Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.26 | Joseph. AJ 7.30 (English) | >>Joseph. AJ 7.35 |
7.29πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν Βενιαμιτῶν φυλήν , οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν , καὶ ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς , ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα , προστιθεμένους δʼ οἷς ἐβούλετο , παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρʼ αὐτοῦ ληψόμενος αὐτός , πιστότερα γὰρ τῶν διʼ ἄλλου πραττομένων ὅσα διʼ αὑτῶν ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ , καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν .
7.30ὑποδεξαμένου δʼ αὐτὸν φιλοφρόνως καὶ λαμπρᾷ καὶ πολυτελεῖ τραπέζῃ ξενίσαντος ἐπὶ πολλὰς ἡμέρας , ἠξίωσεν ἀφεθεὶς ἀγαγεῖν τὸ πλῆθος , ἵνα παρόντι καὶ βλεπομένῳ παραδῶσι τὴν ἀρχήν .
7.31
καὶ πρῶτον μὲν ἐπιχειρεῖ διαβαλεῖν αὐτὸν πρὸς τὸν βασιλέα φυλάττεσθαι παραινῶν καὶ μὴ προσέχειν οἷς Ἀβεννῆρος συντίθεται · πάντα γὰρ ποιεῖν αὐτὸν ἐπὶ τῷ βεβαιώσασθαι τῷ Σαούλου παιδὶ τὴν ἡγεμονίαν · ἐπὶ δὲ ἀπάτῃ καὶ δόλῳ πρὸς αὐτὸν ἐλθόντα μεθʼ ἧς ἐβούλετο νῦν ἐλπίδος καὶ οἰκονομίας τῶν κατασκευαζομένων ἀπελθεῖν .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 7.26 | Joseph. AJ 7.30 (English) | >>Joseph. AJ 7.35 |